LOGOS:ΠΡΑΞΕΙΣ: Difference between revisions

From www.PSALTIKI.info
Jump to navigation Jump to search
mNo edit summary
m Replaced content with "__NOTOC____NOEDITSECTION__ {{123}} <grc>{{DISPLAYTITLE:ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ}}</grc><en>{{DISPLAYTITLE:Acts of Apostles}}</en><el>{{DISPLAYTITLE:Πράξεις..."
Line 1: Line 1:
__NOTOC____NOEDITSECTION__
__NOTOC____NOEDITSECTION__
{{123}}
{{123}}
= Κεφάλαιον 1 =
{| class="wikitable"
|-
|
== 1 ==
|
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
|-
|
== 2 ==
|
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη·
|-
|
== 3 ==
|
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
|-
|
== 4 ==
|
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
|-
|
== 5 ==
|
ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
|-
|
== 6 ==
|
οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
|-
|
== 7 ==
|
εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
|-
|
== 8 ==
|
ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
|-
|
== 9 ==
|
καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
|-
|
== 10 ==
|
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
|-
|
== 11 ==
|
οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
|-
|
== 12 ==
|
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
|-
|
== 13 ==
|
καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
|-
|
== 14 ==
|
οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
|-
|
== 15 ==
|
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν·
|-
|
== 16 ==
|
ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν,
|-
|
== 17 ==
|
ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
|-
|
== 18 ==
|
οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
|-
|
== 19 ==
|
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμᾶ, τουτέστιχωρίον αἵματος.
|-
|
== 20 ==
|
γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν·    γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος    καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·              καὶ·    τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
|-
|
== 21 ==
|
δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
|-
|
== 22 ==
|
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
|-
|
== 23 ==
|
Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν,
|-
|
== 24 ==
|
καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
|-
|
== 25 ==
|
λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
|-
|
== 26 ==
|
καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
|}
<grc>{{DISPLAYTITLE:ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ}}</grc><en>{{DISPLAYTITLE:Acts of Apostles}}</en><el>{{DISPLAYTITLE:Πράξεις Ἀποστόλων}}</el><cu>{{DISPLAYTITLE:ДѢѦНІѦ СВВ. АПОСТОЛѠВЪ}}</cu><ru>{{DISPLAYTITLE:Дѣѧ‍нїѧ свв. Апо‍столовъ}}</ru>
<grc>{{DISPLAYTITLE:ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ}}</grc><en>{{DISPLAYTITLE:Acts of Apostles}}</en><el>{{DISPLAYTITLE:Πράξεις Ἀποστόλων}}</el><cu>{{DISPLAYTITLE:ДѢѦНІѦ СВВ. АПОСТОЛѠВЪ}}</cu><ru>{{DISPLAYTITLE:Дѣѧ‍нїѧ свв. Апо‍столовъ}}</ru>

Revision as of 15:45, 11 December 2017

Template:123 <grc></grc><en>Warning: Display title "Acts of Apostles" overrides earlier display title "ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ".</en><el>Warning: Display title "Πράξεις Ἀποστόλων" overrides earlier display title "Acts of Apostles".</el><cu>Warning: Display title "ДѢѦНІѦ СВВ. АПОСТОЛѠВЪ" overrides earlier display title "Πράξεις Ἀποστόλων".</cu><ru>Warning: Display title "Дѣѧ‍нїѧ свв. Апо‍столовъ" overrides earlier display title "ДѢѦНІѦ СВВ. АПОСТОЛѠВЪ".</ru>